Page images
PDF
EPUB

* ΘΕΟΓΝΙΔΟΣ ΜΕΓΑΡΕΩΣ.

ΒΟΥΛΕΟ δ ̓ εὐσεβέων ὀλίγοις σὺν χρήμασιν οἰκεῖν,
Η πλουτεῖν, ἀδίκως χρήματα πασάμενος.

Κριοὺς μὲν καὶ ὄνους διζήμεθα, Κύρνε, καὶ ἵππους
Εὐγενέας, καί τις βούλεται ἐξ ἀγαθῶν
Κτήσασθαι· γῆμαι δὲ κακὴν κακοῦ οὐ μελεδαίνει
Εσθλὸς ἀνὴρ, ἦν οἱ χρήματα πολλὰ διδῷ.
Οὐδὲ γυνὴ κακοῦ ἀνδρὸς ἀναίνεται εἶναι ἄκοιτις
Πλουσίου· ἀλλ ̓ ἀφνεὸν βούλεται ἀντ' αγαθοῦ.
Χρήματα γὰρ τιμῶσι· καὶ ἐκ κακοῦ ἐσθλὸς ἔγημε,
Καὶ κακὸς ἐξ ἀγαθοῦ· πλοῦτος ἔμιξε γένος.
Οὕτω μὴ θαύμαζε γένος, Πολυπαίδη, ἀστῶν
Μαυροῦσθαι· σὺν γὰρ μίσγεται ἐσθλὰ κακοῖς.
Αὐτός τοι ταύτην εἰδὼς κακόπατριν ἐοῦσαν,

Εἰς οἴκους ἄγεται, χρήμασι πειθόμενος,
Ένδοξος κακόδοξον· ἐπεὶ κρατερή μιν ἀνάγκη
Εντύει, τ ̓ ἀνδρὸς τλήμονα θῆκε νόον.

Οστις τοι δοκέει τὸν πλησίον ἴδμεναι οὐδὲν,
Αλλ' αὐτὸς μοῦνος ποικίλα δήνε ̓ ἔχειν,

Κεῖνός γ ̓ ἄφρων ἐστὶ, νόου βεβλαμμένος ἐσθλοῦ·
Ισως γὰρ πάντες ποικίλ ̓ ἐπιστάμεθα.

Οἱ κακοὶ οὐ πάντως κακοὶ ἐκ γαστρὸς γεγόνασιν,
Αλλ' άνδρεσσι κακοῖς συνθέμενοι φιλίην.
Εργα τε δείλ ̓ ἔμαθον, καὶ ἔπη δύσφημα, καὶ ὕβριν,
Ελπόμενοι κείνους πάντα λέγειν ἔτυμα.

Πολλῷ τοι πλέονας λιμοῦ κόρος ὤλεσεν ἤδη
Ανδρας, ὅσοι μοίρης πλεῖον ἔχειν ἔθελον.

5

10

15

20

25

Ελπὶς καὶ κίνδυνος ἐν ἀνθρώποισιν ὁμοῖοι·
Οὗτοι γὰρ χαλεποὶ δαίμονες ἀμφότεροι.

Οὐδεὶς ἀνθρώπων οὔτ ̓ ἔσσεται, οὔτε πέφυκεν,
Οστις πᾶσιν ὁδῶν δύσεται εἰς Αΐδου.

Εστι τὸ μὲν χεῖρον, τὸ δ ̓ ἄμεινόν γ' ἔργον ἑκάστου
Οὐδεὶς δ ̓ ἀνθρώπων αὐτὸς ἅπαντα σοφός.

Οὐκ ἔραμαι κλισμῷ βασιληΐῳ ἐγκατακεῖσθαι
Τεθνεώς· ἀλλά τί μοι ζῶντι γένοιτ ̓ ἀγαθόν.
Ασπάλαθοί γε τάπησιν ὁμοῖον στρώμα θανόντι.
Το ξύλον ἢ σκληρὸν γίγνεται, ἢ μαλακόν.

* ΕΚ ΤΩΝ ΑΜΦΙΔΟΣ.

ΕΝ οἷς ἂν ἀτυχήσῃ τις ἄνθρωπος τόποις,
Ηχιστα τούτοις πλησιάζων ἥδεται.

† ΕΚ ΤΩΝ ΑΝΤΙΦΑΝΟΥΣ.

Κρύψαι, Φειδία,

Απαντα τάλλα τις δύναιτ' ἂν, πλὴν δυοῖν,
Οἶνόν τε πίνων, εἰς ἔρωτά τ ̓ ἐμπεσών·
Αμφότερα μηνύει γὰρ ἀπὸ τῶν βλεμμάτων,
Καὶ τῶν λόγων αὖ· ὥστε τοὺς ἀρνουμένους
Μάλιστα ταῦτα καταφανεῖς πολλοὺς ποιεῖν

† ΕΚ ΤΩΝ ΕΥΒΟΥΛΟΥ
ΤΡΕΙΣ γὰρ μόνους κρατῆρας ἐγκεραννύω
Τοῖς εὖ φρονοῦσι· τὸν μὲν ὑγιείας ένα,
Ὃν πρῶτον ἐκπίνουσι· τὸν δὲ δεύτερον

30

35

6

[ocr errors]

Ερωτος ἡδονῆς τε τὸν τρίτον δ ̓ ὕπνου,
Ον εἰσπιόντες οἱ σοφοὶ κεκλημένοι

Οἴκαδε βαδίζουσ'· ὁ δὲ τέταρτος οὐκ ἔτι

5

Ημέτερός ἐστ', ἀλλ ̓ ὕβρεος· ὁ δὲ πέμπτος, βοῆς·
Εκτος δὲ κώμων· ἕβδομος δ ̓ ὑπωπίων·

Ογδοος ανακλητόρων· ὁ δ ̓ ἔννατος χολῆς·

Δέκατος δὲ μανίας, ὥστε καὶ βάλλειν ποιεῖν.
Πολὺς γὰρ εἰς ἓν μικρὸν ἀγγεῖον χυθεὶς
Ὑποσκελίζει ῥᾷστα τοὺς πεπωκότας.

10

* ΕΚ ΤΩΝ ΦΙΛΗΜΟΝΟΣ

1.

ΑΝΗΡ δίκαιός ἐστιν, οὐχ ὁ μὴ ἀδικῶν,
Αλλ ̓ ὅστις, ἀδικεῖν δυνάμενος, μὴ βούλεται·
Οὐδ ̓ ὃς τὰ μικρὰ λαμβάνειν ἀπέσχετο,
Αλλ ̓ ὃς τὰ μεγάλα καρτερεῖ μὴ λαμβάνων.
Εχειν δυνάμενος καὶ κρατεῖν ἀζημίως·
Οὐδ ̓ ὅς γε ταῦτα πάντα διατηρεῖ μόνον,
Αλλ' ὅστις ἄδολον γνησίαν τ ̓ ἔχων φύσιν,
Εἶναι δίκαιος, κοὐ δοκεῖν εἶναι θέλει.

[ocr errors]

Ηδιον οὐδὲν, οὐδὲ μουσικώτερον
Εστ', ἢ δύνασθαι λοιδορούμενον φέρειν.
̔Ο λοιδορῶν γὰρ, ἐὰν ὁ λοιδορούμενος
Μὴ προσποιῆται, λοιδορεῖται λοιδορών.

III.

Πάντ ̓ ἐστὶν ἐξευρεῖν, ἐὰν μὴ τὸν πόνον
Φεύγῃ τις, ὃς πρόσεστι τοῖς ζητουμένοις.

5

IV.

Πολύ μεῖζόν ἐστι τοῦ κακῶς ἔχειν κακὸν,
Τὸ καθ ̓ ἕνα πᾶσι τοῖς ἐπισκοπουμένοις
Δεῖν τὸν κακῶς ἔχοντα, πῶς ἔχει, λέγειν.

[ocr errors]

Ανθρωπον ὄντα ῥᾴδιον παραινέσαι
Εστὶν, ποιῆσαι δ ̓ αὐτὸν οὐχὶ ῥᾴδιον.
Τεκμήριον δὲ, τοὺς ἰατροὺς οἶδ ̓ ἐγὼ
Ὑπὲρ ἐγκρατείας τοῖς νοσοῦσιν εὖ σφόδρα
Πάντας λαλοῦντας· εἶτ ̓ ἐπαν πταίσωσί τι,
Αὐτοὺς ποιοῦντας πάνθ ̓, ὅσ ̓ οὐκ εἴων τότε.
Ετερον τό τ' ἀλγεῖν καὶ τὸ θεωρεῖν ἐστ ̓ ἴσως.

VI.

Τὸν μὴ λέγοντα των δεόντων μηδὲ ἓν,
Μακρὸν νόμιζε, κἂν δύ ̓ εἴπῃ συλλαβάς.
Τὸν δ ̓ εὖ λέγοντα μὴ νόμιζ ̓ εἶναι μακρὸν,

Μηδ ̓ ἂν σφόδρ ̓ εἴπῃ πολλὰ, καὶ πολὺν χρόνον.
Τεκμήριον δὲ τοῦδε τὸν ̔Ομηρον λάβε.
Οὗτος γὰρ ἡμῖν μυριάδας ἐπῶν γράφει,
Αλλ ̓ οὐδὲ εἰς ̔Ομηρον εἴρηκεν μακρόν.

* ΕΚ ΤΩΝ ΜΕΝΑΝΔΡΟΥ.

L

ΑΕΙ κράτιστόν ἐστι τἀληθῆ λέγειν
Εν παντί καιρῷ· τοῦτ ̓ ἐγὼ παρεγγυώ
Εἰς ἀσφάλειαν τῷ βίῳ πλεῖστον μέρος

[ocr errors][merged small]

II.

Μὴ τοῦτο βλέψῃς, εἰ νεώτερος λέγω,

Αλλ' εἰ φρονούντων τοὺς λόγους ἀνδρῶν ἐρῶ.

III.

Οστις δὲ διαβολαῖσι πείθεται ταχύ,
Η τοι πονηρὸς αὐτός ἐστι τοὺς τρόπους,
Η παντάπασι παιδαρίου γνώμην ἔχει.

IV.

Οὗτος κράτιστός ἐστ ̓ ἀνὴρ, ὦ Γοργία,
Οστις ἀδικεῖσθαι πλεῖστ ̓ ἐπίσταται βροτῶν.

* ΕΚ ΤΩΝ ΚΛΕΑΡΧΟΥ.

Εἰ τοῖς μεθυσκομένοις ἑκάστης ἡμέρας
Αλγεῖν συνέβαινε τὴν κεφαλὴν πρὸ τοῦ πιεῖν
Τὸν ἄκρατον, ἡμῶν οὐδὲ εἷς ἔπινεν ἄν·
Νῦν δὲ πρότερόν γε τοῦ πόνου τὴν ἡδονὴν
Προλαμβάνοντες, ὑστεροῦμεν τἀγαθοῦ.

† ΓΝΩΜΑΙ ΜΟΝΟΣΤΙΧΟΙ.

ΕΚ ΔΙΑΦΟΡΩΝ ΠΟΙΗΤΩΝ.

ΟΠΛΟΝ μέγιστόν ἐστιν ἡ ̓ρετὴ βροτοῖς.
Δίκαιος εἶναι μᾶλλον ἢ χρηστὸς θέλε.
Ανθρωπος· ἱκανὴ πρόφασις εἰς τὸ δυστυχεῖν.
Ὑπὲρ σεαυτοῦ μὴ φράσῃς ἐγκώμια.

Φίλων ἔπαινον μᾶλλον ἢ σαυτοῦ λέγε.

5

5

« PreviousContinue »