Page images
PDF
EPUB

Ναίουσιν, φύλακες πιστοὶ Διὸς αιγιόχοιο.

Ενθα δὲ Γῆς δνοφερῆς, καὶ Ταρτάρου κερόεντος,
Πόντου τ ̓ ἀτρυγέτοιο, καὶ Οὐρανοῦ ἀστερόεντος,
Εξείης πάντων πηγαὶ καὶ πείρατ ̓ ἔασιν,
Αργαλέο, ευρώεντα, τά τε στυγέουσι θεοί περ·

735

Χάσμα μέγ'· οὐδέ κε πάντα τελεσφόρον εἰς ἐνιαυτὸν 740
Ούδας ἵκοιτ ̓, εἰ πρῶτα πυλέων ἔντοσθε γένοιτο·

Αλλά κεν ἔνθα καὶ ἔνθα φέροι πρὸ θύελλα θύελλη
Αργαλέη· δεινὸν δὲ καὶ ἀθανάτοισι θεοίσι

Τοῦτο τέρας· καὶ Νυκτὸς ἐρεμνῆς οἰκία δεινὰ
Εστηκεν, νεφέλης κεκαλυμμένα κυανέησι.

Τῶν πρόσθ ̓ Ιαπετοῖο πάϊς ἔχετ ̓ Οὐρανὸν εὐρὺν
Εστηώς, κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν
Αστεμφέως, ὅθι Νύξ τε καὶ ̔Ημέρα ἆσσον ιοῦσαι
Αλλήλας προσέειπον, αμειβόμεναι μέγαν οὐδὲν
Χάλκεον· ἡ μὲν ἔσω καταβήσεται, ἡ δὲ θύραζεν
Ερχεται, οὐδέ ποτ ̓ ἀμφοτέρας δόμος ἐντὸς ἐέργει·
Αλλ' αἰεὶ ἑτέρη γε δόμων ἔκτοσθεν ἐοῦσα,
Γαῖαν ἐπιστρέφεται· ἡ δ ̓ αὖ δόμου ἐντὸς ἐοῦσα,
Μίμνει τὴν αὑτῆς ὥρην ὁδοῦ, ἔςτ ̓ ἂν ἵκηται.
[ Η μὲν ἐπιχθονίοισι φάος πολυδερκὲς ἔχουσα,
Ἡ δ ̓ Ὑπνον μετὰ χερσὶ, κασίγνητον Θανάτοιο,
Νυξ ὀλοὴ, νεφέλῃ κεκαλυμμένη ἠεροειδεῖ.]

Ενθα δὲ Νυκτὸς παῖδες ἐρεμνῆς οἰκί ̓ ἔχουσιν,
Υπνος καὶ Θάνατος, δεινοὶ θεοί· οὐδέ ποτ ̓ αὐτοὺς
Ηέλιος φαέθων ἐπιδέρκεται ἀκτίνεσσιν,
Οὐρανὸν εἰσανιῶν, οὐδ ̓ οὐρανόθεν καταβαίνων.
Τῶν ἕτερος μὲν γῆν τε καὶ εὐρέα νώτα θαλάσσης
Ησυχος ἀνστρέφεται καὶ μείλιχος ἀνθρώποισι.
Τοῦ δὲ σιδηρέη μὲν κραδίη, χάλκεον δέ οἱ ἦτορ
Νηλεὲς ἐν στήθεσσιν· ἔχει δ ̓, ὃν πρῶτα λάβῃσιν
Ανθρώπων· ἐχθρὸς δὲ καὶ ἀθανάτοισι θεοῖσιν.

Ενθα θεοῦ χθονίου πρόσθεν δόμοι ἠχήεντες,

745

750

755

760

765

Ιφθίμου τ' Αίδεω καὶ ἐπαινῆς Περσεφονείης
Εστᾶσιν· δεινὸς δὲ κύων προπάροιθε φυλάσσει,
Νηλείης, τέχνην δὲ κακὴν ἔχει· ἐς μὲν ἰόντας
Σαίνει ὁμῶς οὐρῇ τε καὶ οὔασιν ἀμφοτέροισιν,
Εξελθεῖν δ ̓ οὐκ αὖτις ἐᾷ πάλιν, ἀλλὰ δοκεύων
Εσθίει, ὅν κε λάβῃσι πυλέων ἔκτοσθεν ἰόντα
[Ιφθίμου τ' Αίδεω καὶ ἐπαινῆς Περσεφονείης.]

Ενθα δὲ ναιετάει στυγερὴ θεὸς ἀθανάτοισι,
Δεινὴ Στύξ, θυγάτηρ ἀψοῤῥόου Ωκεανοῖο
Πρεσβυτάτη, νόσφιν δὲ θεῶν κλυτα δώματα ναίει
Μακρῇσι πέτρησι κατηρεφέ· ἀμφὶ δε πάντη
Κίοσιν ἀργυρέοισι πρὸς Οὐρανὸν ἐστήρικται.
[Παῦρα δὲ Θαύμαντος θυγάτης πόδας ὠκέα Ιρις
Αγγελίης πωλεῖται ἐπ ̓ εὐρέα νώτα θαλάσσης,
Οππότ' ἔρις καὶ νεῖκος ἐν ἀθανάτοισιν ὄρηται.
Καί δ ̓ ὅστις ψεύδηται Ολύμπια δώματ' ἐχόντων,]
Ζεὺς δέ τε Ιριν ἔπεμψε θεῶν μέγαν ὅρκον ἐνεῖκαι
Τηλόθεν ἐν χρυσέῃ προχός πολυώνυμον ὕδωρ
Ψυχρὸν, ὅ τ' ἐκ πέτρης καταλείβεται ηλιβάτοιο
Υψηλῆς· πολλὸν δὲ ὑπὸ χθονὸς εὐρυοδείης
Εξ ἱεροῦ ποταμοῖο ῥέει διὰ νύκτα μέλαιναν,
Ωκεανοῖο κέρας· δεκάτη δ ̓ ἐπὶ μοῖρα δέδασται·
Εννέα μὲν περὶ γῆν τε καὶ εὐρέα νώτα θαλάσσης
Δίνῃς ἀργυρέῃς εἰλιγμένος εἰς ἅλα πίπτει·
'Η δὲ μί ̓ ἐκ πέτρης προρέει, μέγα πῆμα θεοῖσιν.
Ος πεν τὴν ἐπίορκον ἀπολλείψας ἐπομόσσῃ
Αθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ολύμπου,
Κεῖται νήϋτμος τετελεσμένον εἰς ἐνιαυτόν·

Οὐδέ ποτ ̓ ἀμβροσίης καὶ νέκταρος ἔρχεται ἆσσον
Βρώσιος, αλλά τε κεῖται ἀνάπνευστος καὶ ἄναυδος
Στρωτοῖς ἐν λεχέεσσι, κακὸν δ ̓ ἐπὶ κῶμα καλύπτει.
Αὐτὰρ ἐπὴν νοῦσον τελέσῃ μέγαν εἰς ἐνιαυτὸν,
Αλλος δ ̓ ἐξ ἄλλου δέχεται χαλεπώτατος ἆθλος.

770

775

780

785

790

795

800

Εννάετες δὲ θεῶν ἀπομείρεται αἰὲν ἐόντων,
Οὐδέ ποτ' ἐς βουλὴν ἐπιμίσγεται, οὐδ ̓ ἐπὶ δαῖτας,
Εννέα πάντ ̓ ἔτεα· δεκάτῳ δ ̓ ἐπιμίσγεται αὖτις
Εἴραις ἀθανάτων, οἳ Ολύμπια δώματ' ἔχουσι.
Τοῖον ἄρ ̓ ὅρκον ἔθεντο θεοὶ Στυγὸς ἄφθιτον ὕδωρ
Ωγύγιον, τὰ δ ̓ ἴησι καταστυφέλου διὰ χώρου.

805

ΑΣΚΛΗΠΙΑΔΟΥ ΤΟΥ ΣΑΜΙΟΥ,

Εἰς εἰκόνα Ησιόδου.

ΑΥΤΑΙ ποιμαίνοντα μεσαμβρινὰ μῆλα σε Μοῦσαι
Εδρακον ἐν κραναοῖς οὔρεσιν, Ησίοδε,
Καί σοι καλλιπέτηλον, ἐρυσσάμεναι περὶ πᾶσαι,
Ωρεξαν δάφνας ἱερὸν ἀκρέμονα,

Δῶκαν δὲ κράνας Ελικωνίδος ἔνθεον ὕδωρ,

Τὸ πτανοῦ πώλου πρόσθεν ἔκοψεν ὄνυξ,

Οὗ σὺ κορεσσάμενος, μακάρων γένος, ἔργα τε μολπαίς,
Καὶ γένος αρχαίων ἔγραφες ἡμιθέων.

[ocr errors][merged small]

JUXTA EDIT. RicH. FR. PHIL. BRUNCK. ARGENTOR. 1780. 12mo.]

Cur unquam Colchi Magnetida vidimus ARGO;
Turbaque Phasiacam Graia bibistis aquam?

OVID. MEDEA JASONI.

† ΕΚ ΤΟΥ

ΤΩΝ ΑΠΟΛΛΩΝΙΟΥ ΑΡΓΟΝΑΥΤΙΚΩΝ

ΒΙΒΛΙΟΥ Α.

1-233.

ΑΡΧΟΜΕΝΟΣ σέο, Φοῖβε, παλαιγενέων κλέα φωτών Μνήσομαι, οἳ Πόντοιο κατὰ στόμα, καὶ διὰ πέτρας

Κυανέας, βασιλῆος ἐφημοσύνῃ Πελίαο,

Χρύσειον μετὰ κώας, ἐύζυγον ἤλασαν Αργώ.

μιν

Τοίην γὰρ Πελίης φάτιν ἔκλυεν, ὥς ὀπίσσω
Μοῖρα μένει στυγερή, τοῦδ ̓ ἀνέρος, ὅντιν ̓ ἴδοιτο
Δημόθεν οἰοπέδιλον, ὑπ ̓ ἐννεσίῃσι δαμήναι.
Δηρὸν δ ̓ οὐ μετέπειτα θεὴν κατὰ βάξιν ΙΗΣΩΝ,
Χειμερίοιο δέεθρα κιῶν διὰ ποσσίν Αναύρου,
Αλλο μὲν ἐξεσάωσεν ὑπ ̓ ιλύος, ἄλλο δ ̓ ἔνερθε
Κάλλιπεν αὖθι πέδιλον ἐνισχόμενον προχοῇσιν.
Ικετο δ ̓ ἐς Πελίην αὐτοσχεδὸν, ἀντιβολήσων

[blocks in formation]

5

10

EXCERPTA HEROICA.

Εἰλαπίνης, ἣν πατρὶ Ποσειδάωνι καὶ ἄλλοις
Ρέζε θεοῖς, Ηρης δὲ Πελασγίδος οὐκ ἀλέγιζεν.
Αἶψα δὲ τόν γ' ἐσιδὼν ἐφράσσατο, καί οἱ ἄεθλον
Εντυε ναυτιλίης πολυκηδέος, ὄφρ ̓ ἐνὶ πόντῳ
Ηέ κεν ἀλλοδαποῖσι μετ ̓ ἀνδράσι νόστον ὀλέσσῃ.
Νῆα μὲν οὖν οἱ πρόσθεν ἐπικλείουσιν ἀοιδοὶ
Αργον Αθηναίης καμέειν ὑποθημοσύνῃσι.
Νῦν δ ̓ ἂν ἐγὼ γενεήν τε καὶ οὔνομα μυθησαίμην
Ηρώων, δολιχῆς τε πόρους ἁλὸς, ὅσσα τ' ἔρεξαν
Πλαζόμενοι· Μοῦσαι δ ̓ ὑποφήτορες εἶεν ἀοιδῆς.

Πρώτα νυν ΟΡΦΗΟΣ μνησώμεθα, τόν ῥά ποτ' αὐτὴ Καλλιόπη Θρήϊκι φατίζεται εὐνηθεῖσα

Ο άγρῳ σκοπιῆς Πιμπληΐδος ἄγχι τεκέσθαι.
Αὐτὰρ τόν γ' ἐνέπουσιν ατειρέας οὔρεσι πέτρας
Θέλξαι ἀοιδάων ἐνοπῇ, ποταμῶν τε ρέεθρα.
Φηγοὶ δ ̓ ἀγριάδες, κείνης ἔτι σήματα μολπῆς,
Ακτῆς Θρηϊκίης Ζώνης ἔπι τηλεθόωσαι
Εξείης στιχόωσιν ἐπήτριμοι, ἃς ἅ γ ̓ ἐπιπρὸ
Θελγομένας φόρμιγγι κατήγαγε Πιερίηθεν.
Ορφέα μὲν δὴ τοῖον ἑῶν ἐπαρωγὸν ἀθλων
Αισονίδης, Χείρωνος ἐφημοσύνῃσι πιθήσας,
Δέξατο, Πιερίῃ Βιστωνίδι κοιρανέοντα.

15

20

25

30

Ηλυθε δ' ΑΣΤΕΡΙΩΝ αὐτοσχεδὸν, ὅν ῥα Κομήτης 35 Γείνατο δινήεντος ἐφ ̓ ὕδασιν Απιδανοῖο,

Πειρεσιας, ορεος Φυλληΐου ἀγχόθι, ναίων,

Ενθα μὲν Απιδανός τε μέγας καὶ δῖος Ενιπεὺς

Αμφω συμφορέονται, ἀπόπροθι εἰς ἓν ἰόντες.

Λάρισσαν δ ̓ ἐπὶ τοῖσι λιπών ΠΟΛΥΦΗΜΟΣ ἵκανεν Ελλατίδης, ὃς πρὶν μὲν ἐρισθενέων Λαπιθάων, Οππότε Κενταύροις Λαπίθαι ἐπεθωρήσσοντο, Οπλότερος πολέμιζε· τότ' αὖ βαρύθεσκέ οἱ ἤδη Γυῖα, μένεν δ ̓ ἔτι θυμὸς ἀρήϊος, ὡς τοπάρος περ.

41

« PreviousContinue »