Page images
PDF
EPUB

Πλὴν ὁπόσα ῥέζουσι κακοὶ σφετέρησιν ἀνοίαις.
Καὶ κοσμεῖς τὰ ἄκοσμα, καὶ οὐ φίλα σοὶ φίλα ἐστίν.
Ωδε γὰρ εἰς ἓν πάντα συνήρμοκας ἐσθλὰ κακοῖσιν,
Ωσθ ̓ ἕνα γίγνεσθαι πάντων λόγον αἰὲν ἐόντα·
*Ον φεύγοντες ἐῶσιν, ὅσοι θνητῶν κακοί εἰσι,
Δύσμοροι, οἵτ ̓ ἀγαθῶν μὲν ἀεὶ κτῆσιν ποθέοντες,
Οὔτ ̓ ἐσορῶσι θεοῦ κοινὸν νόμον, οὔτε κλύουσιν,
Ω κεν πειθόμενοι σὺν νῷ βίον ἐσθλὸν ἔχοιεν.
Αὐτοὶ δ ̓ αὖθ ̓ ὁρμῶσιν ἄνευ καλοῦ ἄλλος ἐπ' ἄλλα,
Οἱ μὲν ὑπὲρ δόξης σπουδὴν δυσέριστον ἔχοντες,
Οἱ δ ̓ ἐπὶ κερδοσύνας τετραμμένοι οὐδενὶ κόσμῳ,
Αλλοι δ ̓ εἰς ἄνεσιν, καὶ σώματος ἡδέα ἔργα,
Σπεύδοντες μάλα πάμπαν ἐναντία τῶνδε γενέσθαι.
Αλλὰ Ζεῦ πάνδωρε, κελαινεφές, ἀρχικέραυνε,
Ανθρώπους φύοιο ἀπειροσύνης ἀπὸ λυγρῆς,

̔Ην συ, πάτερ, σκέδασον ψυχῆς ἄπο, δὸς δὲ κυρῆσαι
Γνώμης, ᾗ πίσυνος σὺ δίκης μέτα πάντα κυβερνᾷς·
Οφρ ̓ ἂν τιμηθέντες ἀμειβώμεσθά σε τιμῇ,

Ὑμνοῦντες τὰ σὰ ἔργα διηνεκές, ὡς ἐπέοικε

Θνητὸν ἐόντ'· ἐπεὶ οὔτε βροτοῖς γέρας ἄλλο τι μεῖζον,
Οὔτε θεοῖς, ἢ κοινὸν ἀεὶ νόμον ἐν δίκῃ ὑμνεῖν.

* ΚΑΛΛΙΜΑΧΟΥ ΚΥΡΗΝΑΙΟΥ

ΥΜΝΟΣ ΕΙΣ ΔΙΑ.

ΖΗΝΟΣ ἔοι τί κεν ἄλλο παρὰ σπονδῇσιν ἀείδειν
Λώϊον, ἢ θεὸν αὐτὸν, ἀεὶ μέγαν, αἰὲν ἄνακτα,
Πηλαγόνων ἐλατῆρα, δικασπόλον οὐρανίδῃσι;
Πῶς καί νιν, ΔΙΚΤΑΙΟΝ ἀείσομεν, ἠὲ ΛΥΚΑΙΟΝ;
Εν δοιῇ μάλα θυμός· ἐπεὶ γένος αμφήριστον.
Ζεύ, σὲ μὲν Ιδαίοισιν ἐν οὔρεσι φασὶ γενέσθαι,

20

25

30

35

5

Ζεῦ, σὲ δ ̓ ἐν Αρκαδίῃ· πότεροι, πάτερ, ἐψεύσαντο;
Κρῆτες ἀεὶ ψεύσται· καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο
Κρῆτες ἐτεκτήναντο· σὺ δ ̓ οὐ θάνες· ἐσσὶ γὰρ αἰεί.
Εν δέ σε Παρρασίῳ Ρείη τέκεν, ἧχι μάλιστα
Εσκεν ὄρος θάμνοισι περισκεπές· ἔνθεν ὁ χῶρος
̔Ιερός· οὐδέ τι μὴν κεχρημένον Ειλειθυίης
Ερπετὸν, οὐδὲ γυνὴ ἐπιμίσγεται· ἀλλά ἑ ̔Ρείης
Ωγύγιον καλέουσι λεχώϊον Απιδανῆες.

Ενθα σ ̓ ἐπεὶ μήτηρ μεγάλων ἀπεθήκατο κόλπων,
Αὐτίκα δίζητο ρόον ὕδατος, ᾧ κε τόκοιο
Λύματα χυτλώσαιτο, τεὸν δ ̓ ἐνὶ χρῶτα λοέσσαι.
Λάδων ἀλλ ̓ οὔπω μέγας ἔῤῥεεν, οὐδ ̓ Ερύμανθος,
Λευκότατος ποταμῶν· ἔτι δ ̓ ἄβροχος εν ἅπασα
Αρκαδίη· (μέλλεν δὲ μάλ' εὔνδρος καλέεσθαι
Αντις· ἐπεὶ τημόσδε, ̔Ρέη ὅτ' ἐλύσατο μίτρην,
Η πολλὰς ἐφύπερθε σαρωνίδας ὑγρὸς Ιάων
Πειρεν, πολλὰς δὲ Μέλας ὤχησεν ἁμάξας,
Πολλὰ δὲ Καρνίωνος ἄνω, διεροῦ περ ἐόντος,
Γλυοὺς ἐβάλοντο κινώπετα· νίσσετο δ ̓ ἀνὴρ
Πεζὸς ὑπὲρ Κραθίν τε, πολύστιόν τε Μετώπην
Διψαλέος· τὸ δὲ πολλὴν ὕδωρ ὑπὸ ποσσὶν ἔκειτο.
Καί δ ̓ ὑπ ̓ ἀμηχανίης σχομένη φάτο πότνια Ρείη·
Γαῖα φίλη, τέκε καὶ σύ· τεαὶ δ ̓ ὠδῖνες ἐλαφραί.
Εἶπε, καὶ ἀντανύσασα θεὴ μέγαν ὑψόθι πήχυν
Πλῆξεν ὄρος σκήπτρῳ· τὸ δέ οἱ δίχα πουλὺ διέστη,
Εκ δ ̓ ἔχει μέγα χεῦμα. τόθι χρόα φαιδρύνασα,
Ω να, τεὸν σπείρωσε, Νέδῃ δέ σ ̓ ἔδωκε κομίσσαι
Κευθμῶν ἐς Κρηταῖον, ἵνα κρύφα παιδεύοιο,

Πρεσβυτάτη Νυμφέων, αἵ μιν τότε μαιώσαντο,
απ
Πρωτίστῃ γενεΐφι, μετὰ Στύγα τε, Φιλύρην τε.
Οὐδ ̓ ἁλίην ἀπέτισε θεὴ χάριν· ἀλλὰ τὸ χεῦμα
Κεῖνο Νέδην ὀνόμηνε τὸ μέν ποθι πουλύ, κατ' αὐτὸ
Καυκώνων πτολίεθρον, ὃ Λέπρειον πεφάτισται,

10

15

20

25

30

35

Συμφέρεται Νηρηϊ· παλαιότατον δέ μιν ὕδωρ

Υἱωνοὶ πίνουσι Λυκαονίης ἄρκτοιο.

Εἶτε Θενὰς ἀπέλειπεν, ἐπὶ Κνωσσοίο φέρουσα,

40

45

50

55

Ζεῦ πάτερ, ἡ Νύμφη σε, ( Θεναὶ δ ̓ ἔσαν ἐγγύθι Κνωσσού,)
Τουτάκι τοι πέσε, δαῖμον, ἀπ' ἐμφαλός· ἔνθεν ἐκεῖνο
Ομφάλιον μετέπειτα πέδον καλέουσι Κύδωνες.
Ζεῦ, σὲ δὲ Κυρβάντων ἕταραι προσεπηχύναντο
Δικταῖαι Μελίαι· σὲ δ ̓ ἐκοίμισεν Αδρήστεια
Λίκνῳ ἐνὶ χρυσέῳ· σὺ δ ̓ ἐθήσαο πίονα μαζὸν
Αιγὸς Αμαλθείης, ἐπὶ δὲ γλυκὺ κηρίον ἔβρως.
Γέντο γὰρ ἐξαπιναῖα Πανακρίδος ἔργα μελίσσης
Ιδαίοις ἐν ὄρεσσι, τά τε κλείουσι Πάνακρα.
Οὖλα δὲ Κούρητές σε πέρι πούλιν ὠρχήσαντο
Τεύχεα πεπλήγοντες, ἵνα Κρόνος οὔασιν ἠχὴν
Ασπίδος εἰσαΐοι, καὶ μὴ σέο κουρίζοντος.
Καλὰ μὲν ἠέξευ, καλὰ δ ̓ ἔτραφες, οὐράνιε Ζεῦ·
Οξὺ δ ̓ ἀνήβησας, ταχινοὶ δέ τοι ἦλθον ἴουλοι.
Αλλ ̓ ἔτι παιδνὸς ἐὼν ἐφράσσαο πάντα τέλεια
Τῷ τοι καὶ γνωτοί, προτερηγενέες περ ἐόντες,
Οὐρανὸν οὐκ ἐμέγηραν ἔχειν ἐπιδαίσιον οἶκον.
Δηναιοὶ δ ̓ οὐ πάμπαν ἀληθέες ἦσαν ἀοιδοί·
Φάντο πάλιν Κρονίδῃσι διὰ τρίχα δώματα νεῖμαι·
Τίς δέ κ' ἐπ ̓ οὐλύμπῳ τε καὶ ἄϊδι κλῆρον ἐρύσσαι,
Ος μάλα μὴ νενίηλος; ἐπὶ ἰσαίῃ γὰρ ἔοικε
Πήλασθαι· τὰ δὲ τόσσον ὅσον διὰ πλεῖστον ἔχουσι.
Ψευδοίμην, αΐοντος ἅ κεν πεπίθοιεν ἀκουήν.
Οὔ σε θεῶν ἐσσῆνα πάλοι θέσαν· ἔργα δὲ χειρῶν,
Σή τε Βίη, τό τε Κάρτος, ὃ καὶ πέλας εἶσαι δίφρου.
Θήκαο δ' οἰωνῶν μέγ' ὑπείροχον ἀγγελιώτην
Σῶν τεράων· ὅτ ̓ ἐμοῖσι φίλοις ἐνδέξια φαίνοις.
Εἵλεο δ ̓ αἰζηῶν ὅ τι φέρτατον· οὐ σύ γε νηῶν
Εμπεράμους, οὐκ ἄνδρα σακέσπαλον, οὐ μὲν ἀοιδόν·
Αλλὰ τὰ μὲν μακάρεσσιν ὀλίζοσιν ἀντιπαρῆκας,

60

65

70

80

Αλλα μέλειν ἑτέροισι· σὺ δ ̓ ἐξέλεο πτολιάρχους
Αὐτοὺς, ὧν ὑπὸ χεῖρα γεωμόρος, ὧν ἴδρις αἰχμῆς,
Ων ἐρέτης, ὧν πάντα· τί δ ̓ οὐ κρατέοντος ὑπ ̓ ἰσχύν; 75
Αὐτίκα χαλκῆας μὲν ὑδείομεν Ηφαίστοιο,
Τευχηστὰς δ' Αρηος, ἐπακτῆρας δὲ Χιτώνης
Αρτέμιδος, Φοίβου δὲ, λύρης εὖ εἰδότας οἴμους·
Εκ δὲ Διὸς βασιλῆες· ἐπεὶ Διὸς οὐδὲν ἀνάκτων
Θειότερον· τῷ καί σφε τεὴν ἐκρίναο λῆξιν·
Δῶκας δὲ πτολίεθρα φυλασσέμεν· ἵζεο δ ̓ αὐτὸς
Ακρῃς ἐν πτολίεσσιν ἐπόψιος, οἵ τε δίκῃσι
Λαὸν ὑπὸ σκολιῇς, οἵ τ ̓ ἔμπαλιν ιθύνουσιν.
Εν δὲ νηφενίην ἔβαλες σφίσιν, ἐν δ ̓ ἅλις ὄλβον·
Πᾶσι μὲν, οὐ μάλα δ ̓ ἴσον· ἔοικε δὲ τεκμήρασθαι
Ημετέρῳ μεδέοντι· περὶ πρὸ γὰρ εὐρὺ βέβηκεν.
Εσπέριος κεῖνός γε τελεῖ τά κεν ἦρι νοήσῃ·
Εσπέριος τὰ μέγιστα, τα μείονα δ ̓ εὖτε νοήσῃ·
Οἱ δὲ, τὰ μὲν πλειῶνι· τὰ δ ̓ οὐχ ἑνί· τῶν δ ̓ ἀπὸ πάμπαν
Αὐτὸς ἄνην ἐκόλουσας, ἐνέκλασσας δὲ μενοινήν.
Χαῖρε μέγα, Κρονίδη πανυπέρτατε, δῶτος ἐάων,
Δῶτος ἀπημονίης· τεὰ δ ̓ ἔργματα τίς κεν ἀείδοι;
Οὐ γένετ', οὐκ ἔσται, τίς κεν Διὸς ἔργματ ̓ ἀείσει.
Χαῖρε, πάτερ, χαῖρ ̓ αὖθι· δίδου δ ̓ ἀρετήν τ' ἄφενός τε.
Οὔτ ̓ ἀρετῆς ἄτερ ὄλβος ἐπίσταται ἄνδρας ἀέξειν,
Οὔτ ̓ ἀρετὴ ἀφένοιο· δίδου δ ̓ ἀρετήν τε καὶ ὄλβον.

85

90

95

* ΕΙΣ ΛΟΥΤΡΑ ΤΗΣ ΠΑΛΛΑΔΟΣ.

ΟΣΣΑΙ λωτροχόοι τᾶς Παλλάδος, ἔξιτε πᾶσαι,
Εξιτε· τῶν ἵππων ἄρτι φρυασσομέναν
Τῶν ἱερῶν ἐσάκουσα, καὶ ὁ θεὸς εὔτυκος ἕρπει·
Σοῦσθέ νυν, ὦ ξανθαὶ, σοῦσθε Πελασγιάδες.
Οὔ ποκ Αθαναία μεγάλως ἀπενίψατο πάχεις,
Πρὶν κόνιν ἱππείαν ἐξελάσαι λαγόνων·
Οὐδ ̓ ὅκα δὴ, λύθρω πεπαλαγμένα πάντα φέροισα
Τεύχεα, τῶν ἀδίκων ἦνθ ̓ ἀπὸ γηγενέων·
Αλλὰ πολὺ πράτιστον πρ' ἅρματος αυχένας ἵππων
Λυσαμένα, παγαῖς ἔκλυσεν Ωκεανώ

Ιδρῶ καὶ ῥαθάμιγγας· ἐφοίβασεν δὲ παγέντα

Πάντα χαλινοφάγων ἀφρὸν ἀπὸ στομάτων.

Ω ἴτ' Αχαιϊάδες, καὶ μὴ μύρα, μηδ ̓ ἀλαβάστρως, ( Συρίγγων αΐω φθόγγον ὑπαξονίαν)

5

10

Μὴ μύρα λωτροχόοι τῷ Παλλάδι, μηδ' αλαβάστρως
(Οὐ γὰρ Αθαναία χρίματα μικτά φιλεῖ)
Οἴσετε, μηδὲ κάτοπτρον· ἀεὶ καλὸν ὄμμα τὸ τήνας.
Οὐδ ̓ ὅκα τὰν Ιδα Φρυξ ἐδίκαζεν ἔριν,

15

Οὐδ ̓ ἐς ὀρείχαλκον μεγάλα θεὸς, οὐδὲ Σιμοῦντος
Εβλεψε δίναν ἐς διαφαινομέναν·

20

Οὐδ' Ηρα Κύπρις δὲ διαυγέα χαλκὸν ἑλοῖσα,
Πολλάκι τὰν αὐτὰν δὶς μετέθηκε κόμαν.

Α δὲ, δὶς ἑξήκοντα διαθρέξασα διαύλως,
Οἷα παρ' Ευρώτα τοὶ Λακεδαιμόνιοι
Αστέρες, ἐμπεράμως ἐτρίψατο λιτὰ λαβοῖσα
Χρίματα, τᾶς ἰδίας ἔκγονα φυταλιᾶς·
Ω χώρας, τὸ δ ̓ ἔρευθος ἀνέδραμε, πρώϊον οἷαν

Η ῥόδον ἢ σίβδας κόκκος ἔχει χροΐαν.

25

« PreviousContinue »