Page images
PDF
EPUB

7

ΙΙΙ.

* E MOSCHO.

[JUXTA EDIT. L. C. VALCKENAER. LUGD. BAT. 1781. IN 8vo.]

Αλλοις μὲν τεὸν ὄλβον, ἐμοὶ δ ̓ ἀπέλειπες ἀαδάν.
ΜΟΣΧΟΥ ΕΠΙΤΑΦ. ΒΙΩΝ,

ΕΚ ΤΩΝ

ΜΟΣΧΟΥ ΤΟΥ ΣΥΡΑΚΟΥΣΙΟΥ

ΕΙΔΥΛΛΙΩΝ.

† Ειδύλλιον έ.

ΤΑΝ ἅλα τὰν γλαυκὰν ὅταν ὧνεμος ατρέμα βάλλῃ,
Τὰν φρένα ταν δειλὼν ἐρεθίζομαι, οὐδ ̓ ἔτι μοι γᾶ
Εντὶ φίλα, ποτάγει δὲ πολὺ πλέον ἄμμε γαλάνα.
Αλλ' ὅταν ἀχήσῃ πολιὸς βυθὸς, ὁ δὲ θάλασσα
Κυρτὸν ἐπαφρίζῃ, τὰ δὲ κύματα μακρὰ μεμήνῃ,
Ες χθόνα παπταίνω καὶ δένδρεα, τὰν δ ̓ ἅλα φεύγω·
Γᾶ δέ μοι ἀσπαστα, τάχα δάσκιος εὔαδεν ὕλα,
Ενθα καὶ, ἢν πνεύσῃ πολὺς ὤνεμος, ἡ πίτυς ᾄδει.
Η κακὸν ὁ γριπεὺς ζώει βίον, ᾧ δόμος ἡ ναῦς,
Καὶ πόνος ἐντὶ θάλασσα, καὶ ἰχθὺς ἁ πλάνος ἄγρα.
Αὐτὰς ἐμοὶ γλυκὺς ὕπνος ὑπὸ πλατάνῳ βαθυφύλλῳ,
Καὶ παγᾶς φιλέοιμι τὸν ἐγγύθεν ἦχον ἀκούειν,
4 τέρπει ψοφέοισα τὸν ἄγριον, οὐχὶ ταράσσει.

5

10

* Ειδύλλιον 5'

ΗΡΑ Πὰν Αχῶς τᾶς γείτονος· ἤρατο δ' Αχὼ
Σκιρτητᾶ Σατύρω· Σάτυρος δ ̓ ἐπεμαίνετο Λύδα.
Ως Αχὼ τὸν Πᾶνα, τόσον Σάτυρος φλέγεν Αχῶ,
Καὶ Λύδα Σατυρίσκον· ἔρως δ ̓ ἐσμύχετ ̓ ἀμοιβᾷ.
Οσσον γὰρ τήνων τις ἐμίσεε τὸν φιλέοντα,
Τόσσον ὁμῶς φιλέων ἐχθαίρετο, πάσχε δ ̓ ἄποινα.
Ταῦτα λέγω πᾶσιν τὰ διδάγματα τοῖς ἀνεράστοις·
Στέργετε τοὺς φιλέοντας, ἵν ̓, ἢν φιλέητε, φιλῆσθε.

† Ειδύλλιον ζ'

ΑΛΦΕΙΟΣ, μετὰ Πῖσαν ἐπὴν κατὰ πόντον ὁδεύῃ,
Ερχεται εἰς Αρέθοισαν ἄγων κοτινηφόρον ὕδωρ,
Εδνα φέρων, καλὰ φύλλα καὶ ἄνθεα, καὶ κόνιν ἱράν·
Καὶ βαθὺς ἐμβαίνει τοῖς κύμασι· τὰν δὲ θάλασσαν
Νέρθεν ὑποτροχάει, κου μίγνυται ὕδασιν ὕδωρ
4 δ ̓ οὐκ οἶδε θάλασσα διερχομένου ποταμοῖο.
Κῶρος δεινοθέτας, κακομάχανος, αἰνὰ διδάσκων,
Καὶ ποταμὸν διὰ φίλτρον Ερως ἐδίδαξε κολυμβῇν.

FINIS

EXCERPTORUM EX POETIS BUCOLICIS.

5

5.

ANALECTA GRAECA MAJORA.

TOMI POSTERIORIS

PARS QUARTA.

EXCERPTA LYRICA.

ΕΠΙΓΡΑΜΜΑΤΑ ΑΔΕΣΠΟΤΑ.

Εἰς τοὺς ἐννέα Λυρικούς.

ΠΙΝΔΑΡΕ, Μουσάων ἱερὸν στόμα, καὶ λάλε Σειρήν
Βακχυλίδη, Σαπφοῦς τὸ Αἰολίδες χάριτες,
Γράμμα τ' Ανακρείοντος, Ομηρικὸν ὅς τ' ἀπὸ ῥεῦμα
Εσπασας οἰκείος Στησίχορ ̓ ἐν καμάτοις,
'Η τε Σιμωνίδεω γλυκερὴ σελὶς, ἡδύ τε πειθοῦς
Ιβυκε και παίδων ἄνθος ἀμησάμενε,

Καὶ ξίφος Αλκαίοιο, τὸ πολλάκις αἷμα τυράννων
Έσπεισε, πάτρης θέσμια δυόμενον,

Θηλυμελεῖς τ' Αλκμάνος αηδόνες, ἵλατε, πάσης
Αρχὴν οἱ λυρικῆς καὶ πέρας ἐσπάσατε.

Εἰς τοὺς αὐτούς.

ΕΚΛΑΓΕΝ ἐκ Θηβῶν μέγα Πίνδαρος. ἔπνεε τερπνά 'Ηδυμελιφθόγγου μοῦσα Σιμωνίδεω.

Λάμπει Στησίχορός τε καὶ Ιβυκος. ἦν γλυκὺς Αλκμάν.
Μαρὰ δ ̓ ἀπὸ στομάτων φθέγξατο Βακχυλίδης.
Πειθώ Ανακρείοντι συνέσπετο. ποικίλα δ ̓ αὐδᾷ

Αλκαῖος κιθάρα Λέσβιος Αιολίδι.

Ανδρῶν δ ̓ οὐκ ἐνάτη Σαπφώ πέλεν, ἀλλ' ἐρατειναῖς

Εν Μούσαις δεκάτη Μοῦσα καταγράφεται.

Ι.

* ODA E.

Non, si priores Maeonius tenet
Sedes Homerus, Pindaricae latent,
Ceaeque, et Alcaei minaces,

Stesichorique graves camoenae:
Nec, si quid olim lusit Anacreon,
Delevit aetas: spirat adhuc amor,
Vivuntque commissi calores
Aeoliae fidibus puellae.

HoR. L. IV. Op. IX.

† ΕΚ ΤΩΝ ΣΑΠΦΟΥΣ

ΛΕΙΨΑΝΑ ΤΙΝΑ.

ά. Εἰς Αφροδίτην.

ΠΟΙΚΙΛΟΘΡΟΝ, ἀθάνατ' Αφροδίτα,

Παῖ Διὸς, δολοπλόκε, λίσσομαί σε,

Μή μ' ἄσαισι, μηδ ̓ ἀνίαισι δάμνα,

[blocks in formation]
« PreviousContinue »