Page images
PDF
EPUB

Κλιντήρος κεδρίνῳ περὶ πασσάλῳ αἰὲν ἄωρτο.
Ητοι γ' ὠριγνᾶτο νεοκλώστω τελαμῶνος,
Κουφίζων ἑτέρᾳ κολεόν, μέγα λάτινον ἔργον·
Αμφιλαφὴς δ ̓ ἄρα παστας ἐνεπλήσθη πάλιν ὄρφνης.
Αμῶας δὴ τότ ̓ ἄϋσεν ὕπνον βαρὺν ἐκφυσώντας·

Οἴσετε πῦρ ὅτι θάσσον ἀπ ̓ ἐσχαρεῶνος ἑλόντες,
Αμῶες ἐμοὶ, στιβαροὺς δὲ θυρῶν ἀνακόψατ ̓ ὀχῆας
Ανστατε, δμώες ταλασίφρονες· αὐτὸς ἀντεῖ.

Οἱ δ' αίψα προγένοντο λύχνοις άμα δαιομένοισι
Αμῶες· ἐνεπλήσθη δὲ δόμος, σπεύδοντος ἑκάστω.
Ητοι ἄρ ̓ ὡς εἴδοντ ̓ ἐπιτίτθιον Ηρακλήα
Θῆρε δύω χείρεσσιν ἀπρὶξ ἁπαλαῖσιν ἔχοντα,
Συμπλήγδην ἰάχησαν. ὁ δ ̓ ἐς πατέρ Αμφιτρύωνα
Ερπετὰ δεικανάεσκεν, ἐπάλλετο δ ̓ ὑψόθι χαίρων
Κωροσύνα, γελάσας δὲ πάρος κατέθηκε ποδοῖιν
Πατρὸς ἑοῦ θανάτῳ κεκαρωμένα δεινὰ πέλωρα.
Αλκμήνα μὲν ἔπειτα ποτὶ σφέτερον βάλε κόλπον
Ξηρὸν ὑπαὶ δείους ἀκραχολον Ιφικλήα.

Αμφιτρύων δὲ τὸν ἄλλον ὑπ ̓ ἀμνείαν θέτο χλαῖναν
Παῖδα· πάλιν δ ̓ ἐς λέκτρον ἰὼν ἐμνάσατο κοίτω.
Ορνιχες τρίτον ἄρτι τὸν ἔσχατον ὄρθρον ἄειδον·
Τειρεσίαν τόκα μάντιν, ἀλαθέα πάντα λέγοντα,
Αλκμήνα καλέσασα, χρέος κατέλεξε νεοχμὸν,

Καί νιν ὑποκρίνεσθαι, ὅπως τελέεσθαι ἔμελλεν,
Ηνώγει· Μηδ', εἴ τι θεοὶ νοέοιντο πονηρὸν,
Αἰδόμενος ἐμὲ κρύπτε· καὶ ὡς οὐκ ἔστιν ἀλύξαι
Ανθρώποις, ὅ τι μοῖρα κατὰ κλωστῆρος ἐπείγει,
Μάντι Εὐηρείδα, μάλα σε φρονέοντα διδάσκω.

Τὼς ἔλεγεν βασίλεια· ὁ δ ̓ ἀνταμείβετο τοίως
Θάρσει, ἀριστοτόκεια γύναι, Περσήϊον αἷμα·
Ναὶ γὰρ ἐμὸν γλυκὺ φέγγος ἀποιχόμενον πάλαι ὄσσων,
Πολλαὶ Αχαιϊάδων μαλακὸν περὶ γούνατι νῆμα

Χειρὶ κατατρίψοντι, ἀκρέσπερον αείδοισαι

45

50

55

60

65

70

75

Αλκμήναν ὀνομαστί· σέβας δ ̓ ἔσῃ Αργείαισι.
Τοῖος ἀνὴρ ὅδε μέλλει ἐς οὐρανὸν ἄστρα φέροντα
Αμβαίνειν τεὸς υἱὸς, ἀπὸ στέρνων πλατύς ἥρως,
Οὗ καὶ θηρία πάντα καὶ ἀνέρες ήσσονες ἄλλοι.
Δώδεκά οἱ τελέσαντι πεπρωμένον ἐν Διὸς οἰκῆν
Μόχθως· θνατὰ δὲ πάντα πυρὰ Τραχίνιος ἐξεῖ.
Γαμβρὸς δ ̓ ἀθανάτων κεκλήσεται, οἳ τάδ ̓ ἐπῶρσαν
Κνώδαλα φωλεύοντα βρέφος διαδηλήσασθαι.
Εσται δὴ τοῦτ ̓ ἦμαρ, ὁπανίκα νεβρὸν ἐν εὐνᾷ
Καρχαρόδων σίνεσθαι ἰδὼν λύκος οὐκ ἐθελήσει.
Αλλὰ, γύναι, πῦρ μέν τοι ὑπὸ σποδῷ εὔτυκον ἔστω,
Κάγκανα δ ̓ ἀσπαλάθω ξύλ ̓ ἑτοιμάσατ', ἢ παλιούρω,
Η βάτω, ἢ ἀνέμῳ δεδονημένον αὖον ἄχερδον·
Καῖε δὲ τώδ ̓ ἀγρίαισιν ἐπὶ σχίζαισι δράκοντε
Νυκτὶ μέσᾳ, ὅκα παῖδα κανῆν τεὸν ἤθελον αὐτοί.
Ηρι δὲ συλλέξασα κόνιν πυρὸς ἀμφιπόλων τις
Ριψάτω εὖ μάλα πᾶσαν, ὑπὲρ ποταμοῖο φέροισα,
Ρωγάδας ἐς πέτρας, ὑπὲρ οὔριον ἂψ δὲ νέεσθαι,
Αστρεπτος. καθαρῷ δὲ πυρώσατε δῶμα θεείῳ

80

85

90

Πρᾶτον· ἔπειτα δ ̓ ἅλεσσι μεμιγμένον (ὡς νενόμισται) 95
Θαλλῷ ἐπιῤῥαίνειν ἐστεμμένον ἀβλαβὲς ὕδωρ
Ζηνὶ δ ̓ ἐπιῤῥέξαι καθυπερτέρῳ ἄρσενα χοῖρον,
Δυσμενέων αἰεὶ καθυπέρτεροι ὡς τελέθοιτε.

Φᾶ, καὶ ἐρωήσας ἐλεφάντινον ᾤχετο δίφρον
Τειρεσίας, πολλοῖσι βαρύς περ ἐὼν ἐνιαυτοῖς.
Ηρακλέης δ ̓ ὑπὸ ματρὶ, νέον φυτὸν ὡς ἐν ἁλωᾷ,
Ετρέφετ', Αργείω κεκλημένος Αμφιτρύωνος.
Γράμματα μὲν τὸν παῖδα γέρων Λίνος ἐξεδίδαξεν,
Υἱὸς Απόλλωνος, μελεδωνεύς, ἄγρυπνος ἥρως.
Τόξον δ ̓ ἐντανύσαι καὶ ἐπίσκοπον εἶναι ὀϊστῶν,
Εύρυτος, ἐκ πατέρων μεγάλαις ἀφνειός αρούραις.
Αὐτὰρ ἀοιδὸν ἔθηκε καὶ ἄμφω χεῖρας ἔπλασσεν
Πυξίνᾳ ἐν φόρμιγγι Φιλαμμονίδας Εύμολπος.
VoL. II. 32

100

105

Οσσα δ ̓ ἀπὸ σκελέων ἑδροστρόφοι Αργόθεν ἄνδρες
Αλλάλως σφάλλοντι παλαίσμασιν, ὅσσα τε πύκται
Δεινοὶ ἐν ἱμάντεσσιν, ἃ τ ̓ εἰς γαῖαν προπεσόντες
Πυγμάχοι ἐξεύροντο παλαίσματα σύμφορα τέχνα,
Πάντ ̓ ἔμαθ ̓ Ερμείαο διδασκόμενος παρὰ παιδι
Αρπαλύκῳ Φανοτῆϊ· τὸν οὐδ ̓ ἂν τηλόθι λεύσσων
Θαρσαλέως τις ἔμεινεν ἀεθλεύοντ ̓ ἐν ἀγώνι.

[ocr errors]

Τοῖον ἐπισκύνιον βλοσυρῷ ἐπέκειτο προσώπῳ.
Ιππους δ ̓ ἐξελάσασθαι ὑφ ̓ ἅρματι, καὶ, περὶ νύσσαν
Ασφαλέως κάμπτοντα, τροχῶ σύριγγα φυλάξαι,
Αμφιτρύων ὃν παῖδα φίλα φρονέων ἐδίδασκεν
Αὐτός· ἐπεὶ μάλα πολλὰ θεῶν ἐξῄρατ ̓ ἀγώνων
Αργει ἐν ἱπποβότῳ κειμήλια· καί οἱ ἀαγεῖς
Δίφροι, ἐφ ̓ ὧν ἐπέβαινε, χρόνῳ διέλυσαν ἱμάντας.
Δούρατι δὲ προβολαίῳ, ὑπ' ἀσπίδι νῶτον ἔχοντα,
Ανδρὸς ὀρέξασθαι, ξιφέων τ ̓ ἀνέχεσθαι ἀμυχμόν,
Κοσμῆσαί τε φάλαγγα, λόχον τ' ἀναμετρήσασθαι
Δυσμενέων ἐπιόντα, καὶ ἱππήεσσι κελεῦσαι,

Κάστωρ ἱππαλίδας ἔδαεν, φυγὰς Αργεος ἐνθών,
Οππόκα κλῆρον ἅπαντα καὶ οἰνόπεδον μέγα Τυδεύς
Ναῖε, παρ' Αδρήστου λαβὼν ἱππήλατον Αργος.
Κάστορι δ ̓ οὔτις ὁμοῖος ἐν ἁμιθέοις πολεμιστὰς

Αλλος ἔην, πρὶν γῆρας ἀποτρίψαι νεότητα.

[ocr errors]

Ωδε μὲν Ηρακλῆα φίλα παιδεύσατο μάτης. Εὐνὰ δ ̓ ἦς τῷ παιδὶ τετυγμένα ἀγχόθι πατρὸς, Δέρμα λεόντειον, μάλα οἱ κεχαρισμένον αὐτῷ. Δεῖπνον δὲ, κρέα τ' ὀπτα, καὶ ἐν κανέῳ μέγας ἄρτος Δωρικός, ἀσφαλέως κε φυτοσκάφον ἄνδρα κορέσσαι. Αὐτὰρ ἐπ' ἄματι τυννὸν ἄνευ πυρὸς αἴνυτο δόρπον. Εἵματα δ ̓ οὐκ ἀσκητὰ μέσας ὑπὲρ ἔννυτο κνάμας.

[Λείπει τὸ τέλος τοῦ παρόντος Ειδυλλίου.]

110

115

120

125

130

135

II

*Ε ΒΙΟΝΕ.

[JUXTA EDIT. L. C. VALCKENAER. LUGD. BAT. 1781. IN 8vo.]

ΚΕΙΝΟΣ δ ̓ οὐ πολέμως, οὐ δάκρυα, Πᾶνα δ ̓ ἔμελπε,

Καὶ βώτας ἐλίγαινε, καὶ ἀείδων ενόμευε,

Καὶ σύριγγας ἔτευχε, καὶ ἀδέα πόρτιν ἄμελγε,
Καὶ παίδων ἐδίδασκε φιλάματα, καὶ τὸν Ερωτα
Ετρεφεν ἐν κόλποισι, καὶ ἤρεθε τὴν Αφροδίταν.

ΜΟΣΧΟΥ ΕΠΙΤΑΦ. ΒΙΩΝ.

ΕΚ ΤΩΝ

ΒΙΩΝΟΣ ΤΟΥ ΣΜΥΡΝΑΙΟΥ

ΒΟΥΚΟΛΙΚΩΝ.

† Ειδύλλιον γ'.

̔Α ΜΕΓΑΛΑ μοι Κύπρις ἔθ ̓ ὑπνώοντι παρέστα,
Νηπίαχον τὸν Ερωτα καλᾶς ἐκ χειρὸς ἄγοισα,
Ες χθόνα νευστάζοντα, τόσον δέ μοι ἔφρασε μῦθον·
Μέλπειν μοι, φίλε βοῦτα, λαβὼν τὸν Ερωτα δίδασκε.
Ως λέγε, χ ̓ ἃ μὲν ἀπῆνθεν· ἐγὼ δ ̓, ὅσα βωκολίασδον,
Νήπιος, ὡς ἐθέλοντα μαθεῖν, τὸν Ερωτα δίδασκον·
Ως εύρεν πλαγίαυλον ὁ Παν, ὡς αὐτὸν Αθάνα,
Ως χέλυν Ερμάων, κίθαριν δ ̓ ὡς ἡδὺς Απόλλων.
Ταυτά μιν ἐξεδίδασκον· ὁ δ ̓ οὐκ ἐμπάζετο μύθων,
Αλλά μοι αὐτὸς ἄειδεν ἐρωτύλα, καί μ' ἐδίδασκε
Θνατῶν τ ̓ ἀθανάτων τε πόθους, καὶ ματέρος ἔργα.
Κἠγὼν ἐκλαθόμαν μὲν ὅσων τὸν ἔρωτα δίδασκον,
Οσσα δ ̓ ἔρως μ' ἐδίδαξεν ἐρωτύλα,πάντ ̓ ἐδιδάχθην.

5

10

* Ειδύλλιον δ'.

ΤΑΙ Μοῖσαι τὸν Ερωτα τὸν ἄγριον οὐ φοβέονται,
Εκ θυμῶ δὲ φιλεῦντι, καὶ ἐκ ποδὸς αὐτῷ ἕπονται.
Κ ̓ ἂν μὲν ἄρα ψυχάν τις ἔχων ανέραστον ὀπηδῇ,
Τῆνον ὑπεκφεύγοντι, καὶ οὐκ ἐθέλοντι διδάσκειν
Ην δὲ νόον τις Ερωτι δονεύμενος ἡδὺ μελίσδῃ,
Ες τήνον μάλα πᾶσαι ἐπειγόμεναι προρέοντι.
Μάρτυς ἐγὼν, ὅτι μῦθος ὅδ ̓ ἔπλετο πᾶσιν ἀληθής
Ην μὲν γὰρ βροτὸν ἄλλον ἢ ἀθανάτων τινὰ μέλπω,
Βαμβαίνει μεν γλῶσσα, καὶ ὡς πάρος οὐκ ἔτ ̓ ἀείδει·
Ην δ' αὖτ ̓ ἐς τὸν Ερωτα καὶ ἐς Λυκίδαν τι μελίσδω,
Καὶ τόκα μοι χαίροισα δια στόματος ῥέει ᾠδά.

[ocr errors]

ΕΣΠΕΡΕ, τᾶς ἐρατᾶς χρύσεον φάος Αφρογενείας,
Εσπερε, κυανέας ἱερὸν, φίλε, νυκτὸς ἄγαλμα,
Τόσσον ἀφαυρότερος μήνας, ὅσον ἔξοχος ἄστρων,
Χαῖρε φίλος· καί μοι ποτὶ ποιμένα κώμον ἄγοντι
Αντὶ Σελαναίας τὺ δίδου φάος· ὧνεκα τήνα,
Σάμερον ἀρχομένα, τάχιον δύεν. οὐκ ἐπὶ φωρὰν
Ερχομαι, οὐδ ̓ ἵνα νυκτὸς ὁδοιπορέοντ ̓ ἐνοχλήσω·
Αλλ' ἐράω· καλὸν δέ τ ̓ ἐρασσαμένῳ συνερᾶσθαι.

[ocr errors]

† ιζ'.

ΑΜΕΡΕ Κυπρογένεια, Διὸς τέκος ἠδὲ θαλάσσας,
Τίπτε τόσον θνατοῖσι καὶ ἀθανάτοισι χαλέπτεις;
Τυτθὸν ἔφαν· τί νυ τόσσον ἀπέχθεο, καὶ τί νυ αὐτὰ
Ταλίκον ὡς πάντεσσι κακὸν τὸν Ερωτα τέκηαι,
Αγριον, ἄστοςγον, μορφᾷ νόον οὐδὲν ὅμοιον;
Ες τί δέ νιν πτανὸν καὶ ἑκαβόλον ὤπασας ἄμμιν,
Ως μὴ πικρὸν ἐόντα δυναίμεθα τῆνον ἀλύξαι;

5

10

5

5

« PreviousContinue »