Page images
PDF
EPUB

Π.

*EX EURIPIDE.

JUXTA EDIT. RIC. PORSON. CANTAB. 1801. IN 8vo.}

EURIPIDES-in affectibus cùm omnibus mirus, tùm in iis qui miseratione constant, facilè praecipuus.

QUINCT. LIB. X.

ΥΠΟΘΕΣΙΣ

Μ Η Δ Ε Ι Α Σ.

ΙΑΣΩΝ εἰς Κόρινθον ἐλθὼν, ἐπαγόμενος καὶ Μήδειαν, ἐγγυᾶται τὴν Κρέοντος, τοῦ Κορινθίων βασιλέως, θυγατέρα Γλαύκην, πρὸς γάμον. μέλλουσα δὲ ἡ Μήδεια φυγαδεύεσθαι ὑπὸ Κρέοντος ἐκ τῆς Κορίνθου, παραιτησαμένη μίαν ἡμέραν μεῖναι, καὶ τυχοῦσα, μισθὸν τῆς χάρι τος δῶρα διὰ τῶν παίδων πέμπει τῇ Γλαύκῃ, ἐσθῆτα, καὶ χρυσοῦν στέφανον, οἷς ἐκείνη χρησαμένη διαφθείρεται· καὶ ὁ Κρέων δὲ, περιπλακεὶς τῇ θυγατρὶ, ἀπόλλυται. Μήδεια δὲ τοὺς ἑαυτῆς παι δας ἀποκτείνασα, ἐφ ̓ ἅρματος δρακόντων πτερωτῶν, δ παρ' Ηλίου ἔλαβεν, ἔποχος γενομένη, αποδιδράσκει εἰς Αθήνας, κἀκεῖσε Αἰγεῖ τῷ Πανδίονος γαμείται. Φερεκύδης δὲ καὶ Σιμωνίδης φασὶν, ὡς ἡ Μήδεια εψήσασα τον Ιάσονα νέον ποιήσειε· περὶ δὲ τοῦ πατρὸς αὐτοῦ Αἴσονος, ὁ τοὺς Νόστους ποιήσας φησὶν οὕτως·

Αὐτίκα δ' Αίσονα θῆκε φίλον κόρον ήβώοντα,

Γῆρας ἀποξύσασ' εἰδυίησι πραπίδεσσι,

Φάρμακα πόλλ' ἔψουσ ̓ ἐπὶ χρυσείοισι λέβησιν.

Αἰσχύλος δ' ἐν ταῖς τοῦ Διονύσου Τροφοῖς ἱστορεῖ, ὅτι καὶ τὰς Διονύ σου τροφούς μετα τῶν ἀνδρῶν αὐτῶν ἀνεψήσασα, ἐνεοποίησε. Στάφυλος δέ φησι, τον Ιάσονα τρόπον τινὰ ὑπὸ τῆς Μηδείας ἀναιρεθῆ ναι· ἐγκελεύσασθαι γὰρ αὐτὴν ὑπὸ τῇ πρύμνῃ τῆς Αργους αὐτὸν κατακοιμηθῆναι, μελλούσης τῆς νεως διαλύεσθαι ὑπὸ τοῦ χρόνου. ἐπιπεσούσης γοῦν τῆς πρύμνης τῷ Ιάσονι, τελευτῆσαι αὐτόν.

ΑΛΛΩΣ,

ΑΡΙΣΤΟΦΑΝΟΥΣ ΤΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ.

ΜΗΔΕΙΑ, διὰ τὴν πρὸς Ιάσονα ἔχθραν, τῷ ἐκεῖνον γεγαμηκέναι Γλαύκην τὴν Κρέοντος θυγατέρα, απέκτεινε μὲν Γλαύκην καὶ Κρέοντα, καὶ τοὺς ἰδίους υἱούς· ἐχωρίσθη δ' Ιάσονος, Αἰγεῖ συνοικήσουσα. Παρ' οὐδετέρῳ κεῖται ἡ μυθοποιΐα.

Η μὲν σκηνὴ τοῦ δράματος ὑπόκειται ἐν Κορίνθῳ· ὁ δὲ χορὸς συνέστηκεν ἐκ γυναικῶν πολιτίδων. Εδιδάχθη ἐπὶ Πυθοδώρου ἄρχον τος, κατὰ τὴν ὀγδοηκοστὴν ἑβδόμην Ολυμπιάδα. Πρώτος Εὐφορίων, δεύτερος Σοφοκλῆς, τρίτος Εὐριπίδης. Μήδεια, Φιλοκτή της, Δίκτυς, Θερισταὶ Σάτυροι. οὐ σώζεται.

ΤΑ ΤΟΥ ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΩΠΑ.

ΤΡΟΦΟΣ ΜΗΔΕΙΑΣ.

ΠΑΙΔΑΓΩΓΟΣ.

ΜΗΔΕΙΑ.

ΧΟΡΟΣ γυναικών.

ΚΡΕΩΝ.

ΙΑΣΩΝ.

ΑΙΓΕΥΣ, Βασιλεὺς Αθηνῶν.

ΑΓΓΕΛΟΣ.

ΠΑΙΣ ΜΗΔΕΙΑΣ.

ΕΤΕΡΟΣ ΠΑΙΣ.

Προλογίζει δὲ ἡ Τροφός.

ΕΥΡΙΠΙΔΟΥ

*ΜΗΔΕΙΑ.

ΤΡΟΦΟΣ.

ΕΙΘ ̓ ὤφελ ̓ Αργους μὴ διαπτάσθαι σκάφος,
Κόλχων ἐς αἶαν, κυανέας Συμπληγάδας·

Μηδ ̓ ἐν νάπαισι Πηλίου πεσεῖν ποτε
Τμηθεῖσα πεύκη, μηδ ̓ ἐρετμῶσαι χέρας
Ανδρῶν ἀρίστων, οἳ τὸ πάγχρυσον δέρος
Πελίᾳ μετῆλθον. οὐ γὰρ ἂν δέσποιν ̓ ἐμὴ
Μήδεια πύργους γῆς ἔπλευσ ̓ Ιωλκίας,
Ερωτι θυμὸν ἐκπλαγεῖσ ̓ Ιάσονος.

5

Οὐδ ̓ ἂν, κτανεῖν πείσασα Πελιάδας κόρας
Πατέρα, κατῴκει τήνδε γῆν Κορινθίαν,

10

Ξὺν ἀνδρὶ καὶ τέκνοισιν, ἁνδάνουσα μὲν
Φυγῇ πολίταις, ὧν ἀφίκετο χθόνα,

Αὐτὴ δὲ πάντα συμφέρουσ' Ιάσονι·
Ηπερ μεγίστη γίγνεται σωτηρία,
Οταν γυνὴ πρὸς ἄνδρα μὴ διχοστατῇ.
Νῦν δ ̓ ἐχθρὰ πάντα, καὶ νοσεῖ τὰ φίλτατα·
Προδοὺς γὰρ αὑτοῦ τέκνα, δεσπότιν τ' ἐμὴν,
Γάμοις Ιάσων βασιλικοῖς εὐνάζεται,
Γήμας Κρέοντος παῖδ ̓, ὃς αἰσυμνᾷ χθονός.
Μήδεια δ ̓ ἡ δύστηνος, ἠτιμασμένη,
Βοᾷ μὲν ὅρκους, ἀνακαλεῖ δὲ δεξιᾶς
Πίστιν μεγίστην, καὶ θεοὺς μαρτύρεται,

15

20

Οἵας ἀμοιβῆς ἐξ Ιάσονος κυρεῖ.
Κεῖται δ ̓ ἄσιτος, σῶμ ̓ ὑφεῖο ἀλγηδόνι,
Τον πάντα συντήκουσα δακρύοις χρόνον,
Επεὶ πρὸς ἀνδρὸς ᾔσθετ ̓ ἠδικημένη,
Οὔτ ̓ ὄμμ ̓ ἐπαίρουσ', οὔτ ̓ ἀπαλλάσσουσα γῆς
Πρόσωπον· ὡς δὲ πέτρος, ἢ θαλάσσιος
Κλύδων, ἀκούει νουθετουμένη φίλων.
Ην μήποτε στρέψασα πάλλευκον δέρην,
Αὐτὴ πρὸς αὑτὴν πατέρ ̓ ἀποιμώξῃ φίλον,
Καὶ γαῖαν, οἴκους θ', οὓς προδοῦσ ̓ ἀφίκετο
Μετ' ἀνδρὸς, ὅς σφε νῦν ἀτιμάσας ἔχει.
Εγνωκε δ ̓ ἡ τάλαινα συμφορᾶς ὑπο,
Οἷον πατρῴας μὴ ἐπολείπεσθαι χθονός.
Στυγεῖ δὲ παῖδας, οὐδ ̓ ὁρῶσ ̓ εὐφραίνεται.
Δέδοικα δ ̓ αὐτὴν, μή τι βουλεύσῃ νέον
Βαρεῖα γὰρ φρὴν, οὐδ ̓ ἀνέξεται κακώς
Πάσχουσ. ἐγᾦδα τήνδε, δειμαίνω τέ νιν,
Μὴ θηκτὸν ὤσῃ φάσγανον δι' ἥπατος,
[Σιγῇ δόμους εἰσβᾶσ ̓, ἵν ̓ ἔστρωται λέχος,]
Η καὶ τύραννον, τόν τε γήμαντα κτάνῃ,
Κάπειτα μείζω ξυμφορὰν λάβῃ τινά.
Δεινὴ γάρ· οὔτοι ῥᾳδίως γε συμβαλών
Εχθραν τις αὐτῇ καλλίνικον ᾄσεται.
Αλλ' οἵδε παῖδες ἐκ τρόχων πεπαυμένοι
Στείχουσι, μητρὸς οὐδὲν ἐννοούμενοι
Κακῶν. νέα γὰρ φροντὶς οὐκ ἀλγεῖν φιλεῖ.

ΠΑΙΔΑΓΩΓΟΣ.

Παλαιὸν οἴκων κτῆμα δεσποίνης ἐμῆς, Τί πρὸς πύλαισι τήνδ ̓ ἄγουσ ̓ ἐρημίαν Εστηκας, αὐτὴ θρεομένη σαυτῇ κακά; Πώς σου μόνη Μήδεια λείπεσθαι θέλει; Τρο. Τέκνων οπαδὲ πρέσβυ τῶν Ιάσονος,

25

30

35

40

45

50

Χρηστοῖσι δούλοις ξυμφορὰ τὰ δεσποτών
Κακῶς πιτνοῦντα, καὶ φρενῶν ἀνθάπτεται.
Εγὼ γὰρ εἰς τοῦτ ̓ ἐκβέβηκ ἀλγηδόνος,
Ωσθ ̓ ἵμερός μ' ὑπῆλθε γῇ τε κοὐρανῷ
Δέξαι, μολοῦσαν δεύρο, δεσποίνης τύχας.
Παι. Οὔπω γὰρ ἡ τάλαινα παύεται γόων;
Τρο. Ζηλῶ σ· ἐν ἀρχῇ πῆμα, κοὐδέπω μεσοῖ.
Παι. Ω μῶρος, εἰ χρὴ δεσπότας εἰπεῖν τόδε,

Ως οὐδὲν οἶδε τῶν νεωτέρων κακῶν.

Τρο. Τί δ ̓ ἔστιν, ὦ γεραιέ; μὴ φθόνει φράσαι.
Παι. Οὐδέν· μετέγνων καὶ τὰ πρόσθ ̓ εἰρημένα.
Τρο. Μὴ, πρὸς γενείου, κρύπτε σύνδουλον σέθεν

Σιγὴν γὰρ, εἰ χρὴ, τῶνδε θήσομαι πέρι.
Παι. Ηκουσά του λέγοντος, οὐ δοκῶν κλύειν,
Πεσσούς προσελθὼν, ἔνθα δὴ παλαίτεροι
Θάσσουσι, σεμνὸν ἀμφὶ Πειρήνης ὕδωρ,
Ως τούσδε παῖδας γῆς ἐλᾷν Κορινθίας
Ξὺν μητρὶ μέλλει τῆσδε κοίρανος χθονός
Κρέων. ὁ μέντοι μῦθος εἰ σαφὴς ὅδε,
Οὐκ οἶδα· βουλοίμην δ ̓ ἂν οὐκ εἶναι τάδε.
Τρο. Καὶ ταῦτ ̓ Ιάσων παῖδας ἐξανέξεται

Πάσχοντας, εἰ καὶ μητρὶ διαφορὰν ἔχει;
Παι. Παλαιὰ καινῶν λείπεται κηδευμάτων,

Κοὐκ ἔστ ̓ ἐκεῖνος τοῖσδε δώμασιν φίλος. Τρο. Απωλόμεσθ ̓ ἄρ ̓, εἰ κακὸν προσοίσομεν

Νέον παλαιῷ, πρὶν τόδ ̓ ἐξηντληκέναι. Παι. Ατὰρ σύγ', -οὐ γὰρ καιρὸς εἰδέναι τάδε Δέσποιναν, ἡσύχαζε, καὶ σίγα λόγον. Τρο. Ω τέκν', ἀκούεθ ̓, οἷος εἰς ὑμᾶς πατήρ ; Ολοιτο μὲν μὴ, δεσπότης γάρ εστ' ἐμὸς, Ατὰς κακός γ ̓ ὢν εἰς φίλους ἁλίσκεται.

Παι. Τίς δ ̓ οὐχὶ θνητῶν; ἄρτι γιγνώσκεις τόδε,

Ως πᾶς τις αὑτὸν τοῦ πέλας μᾶλλον φιλεῖ,

55

60

65

70

75

80

85

« PreviousContinue »