Page images
PDF
EPUB

ΣΟΦΟΚΛΕΟΥΣ

* ΟΙΔΙΠΟΥΣ ΤΥΡΑΝΝΟΣ.

ΟΙΔΙΠΟΥΣ.

Ω ΤΕΚΝΑ, Κάδμου τοῦ πάλαι νέα τροφή,
Τίνας ποθ ̓ ἕδρας τάσδ ̓ ἐμοὶ θοάζετε,
Ικτηρίοις κλάδοισιν ἐξεστεμμένοι;
Πόλις δ ̓ ὁμοῦ μὲν θυμιαμάτων γέμει,
Ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων·
Α γὼ δικαιῶν μὴ παρ ̓ ἀγγέλων, τέκνα,
Άλλων ἀκούειν, αὐτὸς ὧδ ̓ ἐλήλυθα,
Ὁ πᾶσι κλεινὸς Οἰδίπους καλούμενος.
Αλλ ̓, ὦ γεραιέ, φράζ ̓, ἐπεὶ πρέπων ἔφυς
Πρὸ τῶνδε φωνεῖν, τίνι τρόπῳ καθέστατε ;
Δείσαντες, ἢ στέρξαντες; ὡς θέλοντος ἂν
Εμοῦ προσαρκεῖν πᾶν· δυσάλγητος γὰρ ἂν
Εἴην, τοιάνδε μὴ οὐ κατοικτείρων ἕδραν.
Ιε. Αλλ', ὦ κρατύνων, Οἰδίπους, χώρας ἐμῆς,
Ορᾷς μὲν ἡμᾶς, ἡλίκοι προσήμεθα
Βωμοῖσι τοῖς σοῖς· οἱ μὲν οὐδέπω μακρὰν
Πτέσθαι σθένοντες· οἱ δὲ σὺν γήρᾳ βαρεῖς
Ιερῇς, ἐγὼ μὲν Ζηνός· οἱ δέ τ ̓ ᾐθέων
Δεκτοί· τὸ δ ̓ ἄλλο φύλον ἐξεστεμμένον
Αγοραῖσι θακεῖ, πρός τε Παλλάδος διπλοῖς
Ναοῖς, ἐπ ̓ Ισμηνοῦ τε μαντεία σποδῷ.
Πόλις γὰρ, ὥσπερ καὐτὸς εἰσορᾷς, ἄγαν
Ηδη σαλεύει, κανακουφίσαι κάρα
Βυθῶν ἔτ ̓ οὐχ οἷα τε φοινίου σάλου

VoL. II.

15

5

10

15

20

[ocr errors]

Φθίνουσα μὲν κάλυξιν ἐγκάρποις χθονός,
Φθίνουσα δ ̓ ἀγέλαις βουνόμοις, τόκοισί τε
Αγόνοις γυναικῶν· ἐν δ ̓ ὁ πυρφόρος θεὸς
Σκήψας ἐλαύνει, λοιμὸς ἔχθιστος, πόλιν,

Ὑφ ̓ οὗ κενοῦται δῶμα Καδμεῖον· μέλας δ ̓

Αδης στεναγμοῖς καὶ γόοις πλουτίζεται.

Θεοῖσι μέν νυν οὐκ ἰσούμενόν σ ̓ ἐγώ,
Οὐδ ̓ οἵδε παῖδες, ἑζόμεσθ ̓ ἐφέστιοι,
Ανδρῶν δὲ πρῶτον ἔν τε συμφοραῖς βίου
Κρίνοντες, ἔν τε δαιμόνων ξυναλλαγαῖς·
Ος γ ̓ ἐξέλυσας, ἄστυ Καδμεῖον μολών,
Σκληρᾶς ἀοιδοῦ δασμὸν, ὃν παρείχομεν·
Καὶ ταῦθ ̓ ὑφ ̓ ἡμῶν οὐδὲν ἐξειδὼς πλέον,
Οὐδ ̓ ἐκδιδαχθείς· ἀλλὰ προσθήκῃ θεοῦ
Λέγει νομίζει θ' ἡμὲν ὀρθῶσαι βίον.
Νῦν τ ̓, ὦ κράτιστον πᾶσιν Οἰδίπου κάρα,
Ικετεύομέν σε πάντες οἵδε πρόστροποι,
Αλκήν τιν εὑρεῖν ἡμῖν, εἴτε τον θεῶν
Φήμην ἀκούσας, εἴτ ̓ ἀπ ̓ ἀνδρὸς οἶσθα που
Ως τοῖσιν ἐμπείροισι καὶ τὰς ξυμφοράς
Ζώσας ὁρῶ μάλιστα τῶν βουλευμάτων.
Ιθ ̓, ὦ βροτῶν ἄριστ ̓, ἀνόρθωσον πόλιν,
Ιθ ̓, εὐλαβήθηθ ̓· ὡς σὲ νῦν μὲν ἥδε γῆ
Σωτῆρα κλήζει τῆς πάρος προθυμίας·
Αρχῆς δὲ τῆς σῆς μηδαμῶς μεμνώμεθα,
Στάντες τ' ἐς ὀρθὸν, καὶ πεσόντες ὕστερον.
Αλλ ̓ ἀσφαλείᾳ τήνδ ̓ ἀνόρθωσον πόλιν.
Ορνιθι γὰρ καὶ τὴν τότ ̓ αἰσίῳ τύχην
Παρέσχες ἡμῖν, καὶ τανῦν ἴσος γενοῦ.
Ως, εἴπερ ἄρξεις τῆσδε γῆς, ὥσπερ κρατεῖς,
Ξὺν ἀνδράσιν κάλλιον ἢ κενῆς κρατεῖν·
̔Ως οὐδέν ἐστιν οὔτε πύργος, οὔτε ναῦς,
Ερημος ἀνδρῶν μὴ ξυνοικούντων ἔσω.

25

30

35

40

45

50

55

Οι

Ω παῖδες οικτροί, γνωτα, κοὐκ ἄγνωτα μοι
Προσήλθεθ ̓ ἱμείροντες· εὖ γὰρ οἶδ ̓, ὅτι
Νοσεῖτε πάντες, καὶ νοσοῦντες, ὡς ἐγὼ
Οὐκ ἔστιν ὑμῶν ὅστις ἐξ ἴσου νοσεῖ.

Τὸ μὲν γὰρ ὑμῶν ἄλγος εἰς ἕν ἔρχεται

Μόνον καθ ̓ αὑτὸν, κοὐδέν ̓ ἄλλον· ἡ δ ̓ ἐμὴ

Ψυχὴ πόλιν τε κἀμὲ καί σ ̓ ὁμοῦ στένει.

Ωστ ̓ οὐχ ὕπνῳ γ' εὕδοντά μ' ἐξεγείρετε,

Αλλ ̓ ἴστε πολλὰ μέν με δακρύσαντα δὴ,

Πολλὰς δ ̓ ὁδοὺς ἐλθόντα φροντίδος πλάνοις.
Ἡν δ ̓ εὖ σκοπῶν εὕρισκον ἴασιν μόνην,
Ταύτην ἔπραξα· παῖδα γὰρ Μενοικέως
Κρέοντ', ἐμαυτοῦ γαμβρόν, ἐς τὰ Πυθικὰ
Επεμψα Φοίβου δώμαθ', ὡς πύθοιθ ̓, ὅ τι
Δρῶν, ἢ τί φωνῶν, τήνδε ξυσαίμην πόλιν.
Καί μ' ἦμαρ ἤδη ξυμμετρούμενον χρόνῳ

60

65

70

Λυπεῖ, τί πράσσει· τοῦ γὰρ εἰκότος πέρα,
Απεστι πλείω τοῦ καθήκοντος χρόνου.
Οταν δ ̓ ἵκηται, τηνικαῦτ ̓ ἐγὼ κακὸς

75

Μὴ δρῶν ἂν εἴην πάνθ ̓, ὅσ ̓ ἂν δηλοῖ θεός.
Ιε. Αλλ' εἰς καλὸν σύ τ' εἶπας· οἵδε γ ̓ ἀρτίως
Κρέοντα προστείχοντα σημαίνουσί μοι.
Οι. Ωναξ Απολλον, εἰ γὰρ ἐν τύχῃ γέ τῳ

Σωτῆρι βαίη, λαμπρὸς ὥσπερ ὄμματι.

Ιε. Αλλ' εικάσαι μὲν, ἡδύς· οὐ γὰρ ἂν κάρα

Πολυστεφὴς ὧδ ̓ εἶρπε παγκάρπου δάφνης. Οι. Τάχ εἰσόμεσθα· ξύμμετρος γὰρ ὡς κλύειν.

Αναξ, ἐμὸν κήδευμα, παῖ Μενοικέως,

Τίν ̓ ἡμὶν ἥκεις τοῦ Θεοῦ φήμην φέρων ; Κρε. Εσθλήν λέγω γὰρ καὶ τὰ δύσφορ ̓, εἰ τύχοι

Κατ ̓ ὀρθὸν ἐξελθόντα, πάντ ̓ ἂν εὐτυχεῖν.

80.

85

Οι. Εστιν δὲ ποῖον τοῦπος; οὔτε γὰρ θρασὺς,
Οὔτ ̓ οὖν προδείσας εἰμὶ τῷ γε νῦν λόγῳ.

90

[ocr errors]

Κρε. Εἰ τῶνδε χρήζεις πλησιαζόντων κλύειν,
Ετοιμος εἰπεῖν, εἴτε καὶ στείχειν ἔσω.
Οι. Ες πάντας αὔδα· τῶνδε γὰρ πλέον φέρω

Το πένθος, ἢ καὶ τῆς ἐμῆς ψυχῆς πέρι.

Κρε. Λέγοιμ' ἂν, οἷ ̓ ἤκουσα τοῦ θεοῦ πάρα.

Ανωγεν ἡμᾶς Φοῖβος ἐμφανῶς ἄναξ
Μίασμα χώρας, ὡς τεθραμμένον χθονὶ
Εν τῇδ ̓, ἐλαύνειν, μήδ ̓ ἀνήκεστον τρέφειν.
Οι. Ποίῳ καθαρμῷ; τίς ὁ τρόπος τῆς ξυμφοράς;
Κρε. Ανδρηλατοῦντας, ἢ φόνῳ φόνον πάλιν

Λύοντας, ὡς τόδ' αἷμα χειμάζον πόλιν.
Οι. Ποίου γὰρ ἀνδρὸς τήνδε μηνύει τύχην ;
Κρε. Ην ἡμῖν, ὦ ναξ, Λάϊος ποθ ̓ ἡγεμὼν

Γῆς τῆσδε, πρίν σε τήνδ ̓ ἀπευθύνειν πόλιν.
Οι. Εξοιδ ̓ ἀκούων· οὐ γὰρ εἰσεῖδόν γέ πω.
Κρε. Τούτου θανόντος, νῦν ἐπιστέλλει σαφῶς
Τοὺς αὐτοέντας χειρὶ τιμωρεῖν τινάς.

Οι. Οἵδ ̓ εἰσὶ ποῦ γῆς; ποῦ τόδ ̓ εὑρεθήσεται
Ιχνος παλαιᾶς δυστέκμαρτον αἰτίας;

Κρε. Εν τῇδ ̓ ἔφασκε γῇ. τὸ δὲ ζητούμενον,

C

Αλωτόν· ἐκφεύγει δὲ τἀμελούμενον.

Οι. Πότερα δ ̓ ἐν οἴκοις, ἢ ν ἀγροῖς ὁ Λάϊος,
Η γῆς ἐπ' ἄλλης, τῷδε συμπίπτει φόνῳ ;

Κρε. Θεωρὸς, ὡς ἔφασκεν, ἐκδημῶν, πάλιν

Πρὸς οἶκον οὐκ ἔθ ̓ ἵκεθ ̓, ὡς ἀπεστάλη.

95

100

105

110

115

Οι. Οὐδ ̓ ἄγγελός τις, οὐδὲ συμπράκτωρ ὁδοῦ
Κατεῖδ ̓, ὅτου τις ἐκμαθὼν ἐχρήσατ ̓ ἄν;

Κρε. Θνήσκουσι γὰρ, πλὴν εἷς τις, ὃς φόβῳ φυγών,

̔Ων εἶδε, πλὴν ἕν, οὐδὲν εἶχ ̓ εἰδὼς φράσαι. Οι. Τὸ ποῖον; ἓν γὰρ πόλλ ̓ ἂν ἐξεύροι μαθεῖν, Αρχὴν βραχεῖαν εἰ λάβοιμεν ἐλπίδος.

Κρε. Λῃστὰς ἔφασκε συντυχόντας, οὐ μιᾷ

Ρώμῃ κτανεῖν νιν, ἀλλὰ σὺν πλήθει χερῶν.

120

Οι. Πῶς οὖν ὁ λῃστὴς, εἴ τι μὴ ξὺν ἀργύρῳ

Επράσσετ ̓ ἐνθένδ ̓, ἐς τόδ ̓ ἂν τόλμης ἔβη;
Κρε. Δοκοῦντα ταῦτ ̓ ἦν· Λαΐου δ ̓ ὀλωλότος

Οὐδεὶς ἀρωγὸς ἐν κακοῖς ἐγίγνετο.
Οι. Κακὸν δὲ ποῖον ἐμποδὼν, τυραννίδος

125

Οὕτω πεσούσης, εἶργε τοῦτ' ἐξειδέναι ;

Κρε. Η ποικιλῳδὸς Σφιγξ τὰ πρὸς ποσὶ σκοπεῖν,
Μεθέντας ἡμᾶς τἀφανῆ, προσήγετο.

130

Οι. Αλλ' ἐξ ὑπαρχῆς αὖθις αὔτ ̓ ἐγὼ φανῶ.

Ιε,

[ocr errors]

Επαξίως γὰρ Φοῖβος, ἀξίως δὲ συ,

Πρὸ τοῦ θανόντος τήνδ ̓ ἔθεσθ ̓ ἐπιστροφήν·

Ωστ ̓ ἐνδίκως ὄψεσθε καμὲ σύμμαχον,

Γῇ τῇδε τιμωροῦντα, τῷ θεῷ θ ̓ ἅμα.
Ὑπὲρ γὰρ οὐχὶ τῶν ἀπωτέρω φίλων,
Αλλ' αὐτὸς αὑτοῦ, τοῦτ ̓ ἀποσκεδῶ μύσος.
Οστις γὰρ ἦν ἐκεῖνον ὁ κτανών, τάχ ̓ ἂν

Καμ ̓ ἂν τοιαύτῃ χειρὶ τιμωρεῖν θέλοι.
Κείνῳ προσαρκῶν οὖν, ἐμαυτὸν ὠφελῶ.
Αλλ ̓ ὡς τάχιστα, παῖδες, ὑμεῖς μὲν βάθρων
Ιστασθε, τούσδ ̓ ἄραντες ἱκτῆρας κλάδους·
Αλλος δὲ Κάδμου λαὸν ὧδ ̓ ἀθροιζέτω,
̔Ως πᾶν ἐμοῦ δράσοντος. ἢ γὰρ εὐτυχεῖς
Ξὺν τῷ θεῷ φανούμεθ ̓, ἢ πεπτωκότες.
Ω παῖδες, ἱστώμεσθα· τῶνδε γὰρ χάριν
Καὶ δεῦρ ̓ ἔβημεν, ὧν ὁδ ̓ ἐξαγγέλλεται.
Φοῖβος δ ̓, ὁ πέμψας τάσδε μαντείας, ἅμα
Σωτήρ θ ̓ ἵκοιτο, καὶ νόσου παυστήριος.

Στροφή.

Χο. Ω Διὸς ἁδυεπὴς φάτι, τίς ποτε τᾶς πολυχρύσου
Πυθῶνος ἀγλαὰς ἔβας

Θήβας ; ἐκτέταμαι φοβερὴν φρένα, δείματι πάλλων,
Τήϊε, Δάλιε, Παιάν,

135

140

145

150

« PreviousContinue »